Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀλλʼ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
  2. ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
  3. μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
  4. μήτʼ ἀρετάν ποτε σιγάτω πατρῴαν,
  5. μηδὲ τούσδʼ ὕμνους· ἐπεί τοι
  6. οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.
  7. ταῦτα, Νικάσιππʼ, ἀπόνειμον, ὅταν
  8. ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.
  1. εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις
  2. ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
  3. ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
  4. Ζεῦ, μεγάλαι δʼ ἀρεταὶ θνατοῖς ἕπονται
  5. ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
  6. οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
  7. εὐκλέων δʼ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
  8. χρὴ δὲ κωμάζοντʼ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
  9. ἔστι δὲ καὶ διδύμων ἀέ θλων Μελίσσῳ
  10. μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
  11. ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
  12. ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν