Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δʼ ἀρετὰν
  2. σύμφυτον οὐ κατελέγχει.
  3. ἴστε μὰν Κλεωνύμου
  4. δόξαν παλαιὰν ἅρμασιν·
  5. καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
  6. αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλʼ ἄλλοτʼ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.
  1. ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
  2. ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
  3. ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
  4. αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
  5. σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος
  6. πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
  7. τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
  8. πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ
  9. ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται
  10. μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
  11. ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν
  12. οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·
  13. καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
  14. ἱπποτρόφοι τʼ ἐγένοντο,