Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
  2. χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
  3. γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
  4. ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου
  5. παῖδες ἐν τιμαῖς ἔμιχθεν.
  6. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
  7. οὔτε κώμων, ὦ Θρασύβουλʼ, ἐρατῶν,
  8. οὔτε μελικόμπων ἀοιδᾶν.