Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
  2. εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
  3. μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰν
  4. Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
  5. ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
  6. ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·
  7. καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν
  8. οὖρος ἐμπνεύσαις ὑπέστειλʼ ἱστίον ἀμφὶ τράπεζαν·