Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
  2. ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐαν
  3. καὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς
  4. ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη
  5. ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
  6. τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις·
  7. ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
  8. Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·