Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαι
  2. ῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,
  3. χρήματα, χρήματʼ ἀνήρ, ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων.
  4. ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδω
  5. Ἰσθμίαν ἵπποισι νίκαν,
  6. τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,
  7. Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
  8. πέμπεν ἀναδεῖσθαι σελίνων,