Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. γευόμενοι στεφάνων
  2. νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ
  3. ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τʼ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,
  4. οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
  5. καὶ λιθίνοις ὁπότʼ ἐν δίσκοις ἵεν.
  6. οὐ γὰρ ἦν πεντάθλιον, ἀλλʼ ἐφʼ ἑκάστῳ
  7. ἔργματι κεῖτο τέλος.
  8. τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
  9. ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας,
  10. Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,
  11. Τυνδαρίδας δʼ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκ έω ν ἕδος.
  12. χαίρετʼ. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ
  13. Ὀγχηστίαισίν τʼ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
  14. γαρύσομαι τοῦδʼ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν
  15. Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν,
  16. ἅ νιν ἐρειδόμενον ναυαγίαις
  17. ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
  18. δέξατο συντυχίᾳ·
  19. νῦν δʼ αὖτις ἀρχαίας ἐπέβασε πότμος
  20. συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·