Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εἰ δʼ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
  2. ἀμφότερον δαπάναις τε καὶ πόνοις,
  3. χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
  4. μὴ φθονεραῖσι φέρειν
  5. γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
  6. ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντʼ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
  7. μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφʼ ἔργμασιν ἀνθρώποις γλυκύς,
  8. μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·
  9. γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
  10. ὃς δʼ ἀμφʼ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,
  11. εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
  12. ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸν
  13. γείτονʼ ἀμειβομένοις εὐεργέταν
  14. ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
  15. καὶ σέθεν, Ἀμφιτρύων,
  16. παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
  17. καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·
  18. Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶν
  19. ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
  20. πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος Ἑρμᾶς