Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεται
  2. ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι
  3. νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντων
  4. ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι,
  5. ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
  6. ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
  7. θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·
  8. ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖς
  9. ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
  10. τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν
  11. κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
  12. ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
  13. εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
  14. ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
  15. εὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ
  16. γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
  17. τὸ δʼ ἐμὸν οὔ ποτε φάσει κέαρ
  18. ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
  19. ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν
  20. ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς Κόρινθος.