Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
  2. βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
  3. ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
  4. εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
  5. Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
  6. μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι
  7. θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
  8. αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
  9. εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
  10. ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
  11. ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
  12. εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι
  13. κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ
  14. καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.
  15. Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
  16. πολύφατον θρόον ὕμνων δόνει
  17. ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
  18. δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
  19. ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
  20. ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,