Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
- ἅτε παρθενηΐοις παίδων τʼ ἐφίζοισα γλεφάροις,
- τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δʼ ἑτέραις.
- ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
- τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
- οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν
- Κυπρίας δώρων· ἔβλαστεν δʼ υἱὸς Οἰνώνας βασιλεὺς
- χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
- ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
- ἤθελον κείνου γε πείθεσθʼ ἀναξίαις ἑκόντες,
- οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,
- οἵ τʼ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
- ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θʼ ὑπὲρ φίλας
- ἀστῶν θʼ ὑπὲρ τῶνδʼ ἅπτομαι φέρων
- Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
- Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
- σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος·
- ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
- ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.
- πολλὰ γὰρ πολλᾷ λέλεκται· ν εα ρὰ δʼ ἐξευρόντα δόμεν βασάνῳ