Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
  2. θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
  3. εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·
  4. οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
  5. Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖν
  6. φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
  7. οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχει
  8. καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια.
  9. φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,
  10. ὁ μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατον
  11. εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω
  12. εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
  13. ὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου
  14. δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
  15. σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
  16. ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,
  17. ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων
  18. κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.
  19. ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ
  20. Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις