Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- κτέανʼ ἄγων Τρωΐαθεν ἀκροθινίων·
- ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντʼ ἀνὴρ μαχαίρᾳ.
- βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
- ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳ
- Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
- θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
- θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
- εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·
- οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
- Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖν
- φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
- οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχει
- καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια.
- φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,
- ὁ μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατον
- εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω
- εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
- ὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου
- δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
- σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.