Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθʼ Ὅμηρον·
- ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ
- σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δʼ ἔχει
- ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν
- ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς
- ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
- λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ
- ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς
- ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ
- πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται
- κῦμʼ Ἀΐδα, πέσε δʼ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται
- ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων
- βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου
- μόλον χθονός· ἐν Πυθίοισι δὲ δαπέδοις
- κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,
- τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δʼ ἀποπλέων
- Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δʼ εἰς Ἐφύραν ἵκοντο·
- Μολοσσίᾳ δʼ ἐμβασίλευεν ὀλίγον
- χρόνον· ἀτὰρ γένος αἰεὶ φέρεν
- τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,