Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,
- ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων
- κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.
- ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ
- Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις
- ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
- βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
- ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
- εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
- Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
- μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι
- θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
- αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
- εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
- ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
- ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
- εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι
- κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ
- καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.
- Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ