Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ
  2. σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·
  3. ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,
  4. εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
  5. εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.
  6. σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
  7. ἔμαθον, οὐδʼ ὑπὸ κέρδει βλάβεν·
  8. ἀφνεὸς πενιχρός τε θανάτου πέρας
  9. ἅμα νέονται. ἐγὼ δὲ πλέονʼ ἔλπομαι
  10. λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθʼ Ὅμηρον·
  11. ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ
  12. σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δʼ ἔχει
  13. ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν
  14. ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς
  15. ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
  16. λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ
  17. ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς
  18. ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ
  19. πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται
  20. κῦμʼ Ἀΐδα, πέσε δʼ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται