Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων
  2. βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου
  3. μόλον χθονός· ἐν Πυθίοισι δὲ δαπέδοις
  4. κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,
  5. τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δʼ ἀποπλέων
  6. Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δʼ εἰς Ἐφύραν ἵκοντο·
  7. Μολοσσίᾳ δʼ ἐμβασίλευεν ὀλίγον
  8. χρόνον· ἀτὰρ γένος αἰεὶ φέρεν
  9. τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,
  10. κτέανʼ ἄγων Τρωΐαθεν ἀκροθινίων·
  11. ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντʼ ἀνὴρ μαχαίρᾳ.
  12. βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
  13. ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳ
  14. Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
  15. θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
  16. θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
  17. εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·
  18. οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
  19. Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖν
  20. φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων