Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
  2. Ἀλκιμίδα, τέ γʼ ἐπαρκέσαι
  3. κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει,
  4. παῖ, σέ τʼ ἐνόσφισε καὶ Πουλυτιμίδαν
  5. κλᾶρος προπετὴς ἄνθεʼ Ὀλυμπιάδος.
  6. δελφῖνί κεν
  7. τάχος διʼ ἅλμας
  8. ἴσον εἴποιμι Μελησίαν,
  9. χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.
  1. Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,
  2. παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθεν
  3. οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν
  4. τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.
  5. ἀναπνέομεν δʼ οὐχ ἅπαντες ἐπὶ ἴσα·
  6. εἴργει δὲ πότμῳ ζυγένθʼ ἕτερον ἕτερα. σὺν δὲ τὶν
  7. καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς
  8. εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.
  9. πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων
  10. Αἰακιδᾶν· μάλα δʼ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
  11. εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρονʼ αἰτίαν