Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ταυροφόνῳ τριετηρίδι Κρ εο ντίδαν
  2. τίμασε Ποσειδάνιον ἂν τέμενος·
  3. βοτάνα τέ νιν
  4. πόθʼ ἁ λέοντος
  5. νικάσαντʼ ἤρεφε δασκίοις
  6. Φλιοῦντος ὑπʼ ὠγυγίοις ὄρεσιν.
  7. πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
  8. νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι
  9. ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας·
  10. πέταται δʼ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
  11. ὄνυμʼ αὐτῶν· καὶ ἐς Αἰθίοπας
  12. Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς
  13. ἔμπεσε χαμαὶ καταβὰς ἀφʼ ἁρμάτων,
  14. φαεννᾶς υἱὸν εὖτʼ ἐνάριξεν Ἀόος ἀκμᾷ
  15. ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι
  16. ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·
  17. τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
  18. λέγεται παντὶ μάλιστα δονεῖν
  19. θυμόν. ἑκόντι δʼ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,
  20. πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων