Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
  2. ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
  3. χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
  4. χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν
  5. ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
  6. ἑσπέριος ὁμάδῳ φλέγεν·
  7. πόντου τε γέφυρʼ ἀκάμαντος ἐν ἀμφικτιόνων
  8. ταυροφόνῳ τριετηρίδι Κρ εο ντίδαν
  9. τίμασε Ποσειδάνιον ἂν τέμενος·