Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
  2. ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων
  3. ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
  4. μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
  5. ὥτʼ ἀπὸ τόξου ἱείς· εὔθυνʼ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
  6. εὐκλέα. παροιχομένων γὰρ ἀνέρων
  7. ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργʼ ἐκόμισαν,
  8. Βασσίδαισιν ἅ τʼ οὐ σπανίζει· παλαίφατος γενεά,
  9. ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις