Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. βοτάνα τέ νιν
  2. πόθʼ ἁ λέοντος
  3. νικάσαντʼ ἤρεφε δασκίοις
  4. Φλιοῦντος ὑπʼ ὠγυγίοις ὄρεσιν.
  5. πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
  6. νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι
  7. ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας·
  8. πέταται δʼ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
  9. ὄνυμʼ αὐτῶν· καὶ ἐς Αἰθίοπας