Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·
  2. ὁ χρυσὸς ἑψόμενος
  3. αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
  4. ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
  5. φῶτα· κεῖνος ἀμφʼ Ἀχέροντι ναιετάων ἐμὰν
  6. γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα
  7. ἵνʼ ἐν ἀγῶνι βαρυκτύπου
  8. θάλησε Κορινθίοις σελίνοις·
  9. τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
  10. σὸς ἄεισέν ποτε, παῖ.
  11. ἄλλοισι δʼ ἅλικες ἄλλοι· τὰ δʼ αὐτὸς ἄν τις ἴδῃ,
  12. ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.
  13. οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,
  14. ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,
  15. μαλακὰ μὲν φρονέων ἐσλοῖς,
  16. τραχὺς δὲ παλιγκότοις ἔφεδρος.
  1. οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς βαθμίδος
  2. ἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά,
  3. στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτι
  4. Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς