Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἄριστος εὐφροσύνα πόνων κεκριμένων
- ἰατρός· αἱ δὲ σοφαὶ
- Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.
- οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει
- γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.
- ῥῆμα δʼ ἑργμάτων χρονιώτερον βιοτεύει,
- ὅ τι κε σὺν Χαρίτων τύχᾳ
- γλῶσσα φρενὸς ἐξέλοι βαθείας.
- τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ
- Τιμασάρχου τε πάλᾳ
- ὕμνου προκώμιον εἴη· δέξαιτο δʼ Αἰακιδᾶν
- ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν
- φέγγος. εἰ δʼ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
- σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων
- θαμά κε, τῷδε μέλει κλιθείς,
- υἱὸν κελάδησε καλλίνικον
- Κλεωναίου τʼ ἀπʼ ἀγῶνος ὅρμον στεφάνων
- πέμψαντα καὶ λιπαρᾶν
- εὐωνύμων ἀπʼ Ἀθανᾶν, Θήβαις τʼ ἐν ἑπταπύλοις,
- οὕνεκʼ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον