Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν
- ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
- βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
- ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
- καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
- Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
- διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
- ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
- ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
- βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς
- ὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.
- τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι
- πέμπω μεμιγμένον μέλι λευκῷ
- σὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει,
- πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,
- ὀψέ περ. ἔστι δʼ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,
- ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν·
- κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
- τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν
- Νεμέας Ἐπιδαυρόθεν τʼ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.