Nemean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοις
- μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
- κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
- Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
- ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·
- τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα,
- κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων·
- ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων
- ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ
- Ἰάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,
- τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·
- νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον
- Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον
- ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·
- ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
- ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
- Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
- Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
- πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
- τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·