Nemean

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
  2. ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·
  3. ἑπτὰ δʼ ἐν Νεμέᾳ τὰ δʼ οἴκοι μάσσονʼ ἀριθμοῦ
  4. Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·
  5. ἁδυμελεῖ δʼ ἐξάρχετε φωνᾷ.
  1. ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
  2. τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
  3. ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ
  4. μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες
  5. κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
  6. διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
  7. ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,
  8. στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
  9. τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
  10. ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
  11. δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
  12. λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον
  13. χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
  14. ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
  15. οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν