Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ὅθεν περ καὶ Ὁμηρίδαι
- ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοὶ
- ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδʼ ἀνὴρ
- καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου
- ἐν πολυυμνήτῳ Διὸς ἄλσει.
- ὀφείλει δʼ ἔτι, πατρίαν
- εἴπερ καθʼ ὁδόν νιν εὐθυπομπὸς
- αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,
- θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν
- Τιμονόου παῖδʼ· ἔστι δʼ ἐοικὸς
- ὀρειᾶν γε Πελειάδων
- μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.
- καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν
- δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δʼ ἀλκὰ
- παγκρατίου τλάθυμος ἀέξει.
- Ἀχάρναι δὲ παλαίφατοι
- εὐάνορες· ὅσσα δʼ ἀμφʼ ἀέθλοις,
- Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
- παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·
- ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν