Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
  2. παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
  3. ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
  4. εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ
  5. ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω
  6. ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
  7. ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
  8. μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν
  9. ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων
  10. ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
  11. καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
  12. ἄκραν ἐμὸν πλόον παραμείβ εαι ;
  13. Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
  14. ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·
  15. οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·
  16. οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
  17. type="unspecified" γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖς
  18. γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·
  19. ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
  20. καὶ ποντίαν Θέτιν κατέμαρψεν