Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
  2. καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
  3. ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόραν
  4. ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον
  5. ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.
  6. ἐλπίδες δʼ ὀκνηρότεραι γονέων παιδὸς βίαν
  7. ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.
  8. ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ