Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ παρʼ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου
  2. κάλλιον ἂν δηριώντων ἐνόστησʼ ἀντιπάλων,
  3. πενταετηρίδʼ ἑορτὰν Ἡρακλέος τέθμιον
  4. κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις
  5. ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι
  6. ἐξ ἀγαθῶν ἔβαλον· τὸν δʼ αὖ καταμεμφθέντʼ ἄγαν
  7. ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν
  8. χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.