Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος
  2. δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,
  3. ἄνδρα δʼ ἐγὼ μακαρίζω μὲν πατέρʼ Ἁγησίλαν,
  4. καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.
  5. εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
  6. ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
  7. θνατὰ μεμνάσθω περιστέλλων μέλη,
  8. καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·