Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀντίον. τέχναι δʼ ἑτέρων ἕτεραι· χρὴ δʼ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.
  2. πράσσει γὰρ ἔργῳ μὲν σθένος,
  3. βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν
  4. συγγενὲς οἷς ἕπεται.
  5. Ἁγησιδάμου παῖ, σέο δʼ ἀμφὶ τρόπῳ
  6. τῶν τε καὶ τῶν χρήσιες.
  7. οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,
  8. ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδες
  9. πολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως,
  10. ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,
  11. ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
  12. ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,