Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὡς οὐ λαθὼν χρυσόθρονον
  2. Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα·
  3. ἀλλὰ θεῶν βασιλ έα
  4. σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
  5. τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
  6. ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
  7. ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,
  8. δισσαῖσι δοιοὺς αὐχένων
  9. μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·
  10. ἀγχομένοις δὲ χρόνος
  11. ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
  12. ἐκ δʼ ἄρʼ ἄτλατον δέος