Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας
  2. Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς
  3. Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.
  4. ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος
  5. λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις
  6. μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.
  7. ἔσταν δʼ ἐπʼ αὐλείαις θύραις
  8. ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,
  9. ἔνθα μοι ἁρμόδιον
  10. δεῖπνον κεκόσμηται, θαμὰ δʼ ἀλλοδαπῶν
  11. οὐκ ἀπείρατοι δόμοι
  12. ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν