Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθʼ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,
  2. οὔτε δείπνων οἰκοριᾶν μεθʼ ἑταιρᾶν τέρψιας,
  3. ἀλλʼ ἀκόντεσσίν τε χαλκέοις
  4. φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους
  5. θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον
  6. βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν
  7. παῦρον ἐπὶ γλεφάροις
  8. ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.
  9. κίχε νιν λέοντί ποτʼ εὐρυφαρέτρας
  10. ὀμβρίμῳ μούναν παλαίοισαν
  11. ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.
  12. αὐτίκα δʼ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ.
  13. σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν
  14. θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις
  15. ἦτορ ἔχοισα· φόβῳ δʼ οὐ κεχείμανται φρένες.
  16. τίς νιν ἀνθρώπων τέκεν; ποίας δʼ ἀποσπασθεῖσα φύτλας
  17. ὀρέων κευθμῶνας ἔχει σκιοέντων,
  18. γεύεται δʼ ἀλκᾶς ἀπειράντου;
  19. ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν,
  20. ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;