Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἐθέλω χαλκάσπιδα Πυθιονίκαν
- σὺν βαθυζώνοισιν ἀγγέλλων
- Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν,
- ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας·
- τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας
- ἅρπασʼ, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου
- καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς
- ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
- ὑπέδεκτο δʼ ἀργυρόπεζʼ Ἀφροδίτα
- Δάλιον ξεῖνον θεοδμάτων
- ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
- καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,
- ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θʼ Ὑψέος εὐρυβία·
- ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως
- δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς
- Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισʼ ἔτικτεν,
- Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον
- θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθʼ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,
- οὔτε δείπνων οἰκοριᾶν μεθʼ ἑταιρᾶν τέρψιας,
- ἀλλʼ ἀκόντεσσίν τε χαλκέοις
- φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους
- θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον
- βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν
- παῦρον ἐπὶ γλεφάροις
- ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.
- κίχε νιν λέοντί ποτʼ εὐρυφαρέτρας
- ὀμβρίμῳ μούναν παλαίοισαν
- ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.
- αὐτίκα δʼ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ.
- σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν
- θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις
- ἦτορ ἔχοισα· φόβῳ δʼ οὐ κεχείμανται φρένες.
- τίς νιν ἀνθρώπων τέκεν; ποίας δʼ ἀποσπασθεῖσα φύτλας
- ὀρέων κευθμῶνας ἔχει σκιοέντων,
- γεύεται δʼ ἀλκᾶς ἀπειράντου;
- ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν,
- ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;
- τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν
- εὐθὺς ἀμείβετο· κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων,
- Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς
- αἰδέοντʼ, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.
- καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,
- ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δʼ ὁπόθεν γενεὰν
- ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος
- οἶσθα καὶ πάσας κελεύθους·
- ὅσσα τε χθὼν ἠρινὰ φύλλʼ ἀναπέμπει, χὠπόσαι
- ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι
- κύμασιν ῥιπαῖς τʼ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν
- ἔσσεται, εὖ καθορᾷς.
- εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,
- ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν
- τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου
- Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι·
- ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις
- νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δʼ εὐρυλείμων πότνιά σοι Λιβύα
- δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν
- αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,
- οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν.
- τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς
- εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ
- ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
- ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,
- νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον
- Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,
- Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν.
- ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.
- ὠκεῖα δʼ ἐπειγομένων ἤδη θεῶν
- πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖνʼ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν
- ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν
- ἀμφέπει κλεινάν τʼ ἀέθλοις.
- καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
- υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ·
- ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,
- καλλιγύναικι πάτρᾳ
- δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν.
- ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι·
- βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν,
- ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως
- παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
- οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
- ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
- σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
- κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
- τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
- ἐν μόναις ὠδῖσιν Ἀλκμήνα
- διδύμων κρατησίμαχον σθένος υἱῶν.
- κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
- μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·
- τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν
- μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
- φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,
- σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·
- οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖ
- μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
- κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
- παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν.
- πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
- ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον
- παρθενικαὶ πόσιν ἢ
- υἱὸν εὔχοντʼ, ὦ Τελεσίκρατες, ἔμμεν,
- ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου
- Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν
- ἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶν
- δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι
- καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν
- Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν·
- τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον
- σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος
- ἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβας
- καρπὸν ἀνθήσαντʼ ἀποδρέψαι
- ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων
- κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτʼ ἐν Ἄργει
- οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,
- ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκʼ ἀγῶνος·
- σὺν δʼ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,
- ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.
- οὕτω δʼ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ
- νυμφίον ἄνδρα· ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,
- εἶπε δʼ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν
- ἀμφί οἱ ψαύσειε πέπλοις.
- ἔνθʼ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,
- παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν
- ἆγεν ἱππευτᾶν Νομάδων διʼ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον
- φύλλʼ ἔπι καὶ στεφάνους·
- πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.