Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ὄλβια Λακεδαίμων,
- μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸς
- ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
- τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει
- Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες
- ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
- γεύεται γὰρ ἀέθλων·
- στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς
- διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
- Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται·
- ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν·
- τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς
- Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
- Ἄρεος ὅπλοις·
- ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν
- πέτραν κρατησίποδα Φρικίαν.
- ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
- ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·
- τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν
- λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν
- μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
- ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
- ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις
- τὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,
- καὶ ζώων ἔτι νεαρὸν
- κατʼ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
- ὁ χάλκεος οὐρανὸς οὔ ποτʼ ἀμβατὸς αὐτῷ.
- ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον
- πλόον. ναυσὶ δʼ οὔτε πεζὸς ἰών κεν εὕροις
- ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.
- παρʼ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,
- δώματʼ ἐσελθών,
- κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
- ῥέζοντας· ὧν θαλίαις ἔμπεδον
- εὐφαμίαις τε μάλιστʼ Ἀπόλλων
- χαίρει, γελᾷ θʼ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.
- Μοῖσα δʼ οὐκ ἀποδαμεῖ
- τρόποις ἐπὶ σφετέροισι· παντᾷ, δὲ χοροὶ παρθένων
- λυρᾶν τε βοαὶ καναχαί τʼ αὐλῶν δονέονται·
- δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.
- νόσοι δʼ οὔτε γῆρας οὐλόμενον κέκραται
- ἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτερ
- οἰκέοισι φυγόντες
- ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ
- μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δʼ Ἀθάνα,
- ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα
- δρακόντων φόβαισιν ἤλυθε νασιώταις
- λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι
- θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται
- ἔμμεν ἄπιστον.
- κώπαν σχάσον, ταχὺ δʼ ἄγκυραν ἔρεισον χθονὶ
- πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.
- ἐγκωμίων γὰρ ἄωτος ὕμνων
- ἐπʼ ἄλλοτʼ ἄλλον ὥτε μέλισσα θύνει λόγον.
- ἔλπομαι δʼ Ἐφυραίων
- ὄπʼ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν
- τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς
- ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις,
- νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ
- ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας·
- τῶν δʼ ἕκαστος ὀρούει,
- τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός·
- τὰ δʼ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.
- πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν
- τόδʼ ἔζευξεν ἅρμα Πιερίδων τετράορον,
- φιλέων φιλέοντʼ, ἄγων ἄγοντα προφρόνως.
- πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει
- καὶ νόος ὀρθός.
- ἀδελφεοὺς Ἔτʼ ἐπαινήσομεν ἐσλούς, ὅτι
- ὑψοῦ φέροντι νόμον Θεσσαλῶν
- αὔξοντες· ἐν δʼ ἀγαθοῖσι κεῖνται
- πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.