Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- φιλόφρον Ἡσυχία, Δίκας
- ὦ μεγιστόπολι θύγατερ,
- βουλᾶν τε καὶ πολέμων
- ἔχοισα κλαῗδας ὑπερτάτας,
- Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
- τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς
- ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ·
- τὺ δʼ, ὁπόταν τις ἀμείλιχον
- καρδίᾳ κότον ἐνελάσῃ,
- τραχεῖα δυσμενέων
- ὑπαντιάξαισα κράτει τιθεῖς
- Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν
- παρʼ αἶσαν ἐξερεθίζων· κέρδος δὲ φίλτατον,
- ἑκόντος εἴ τις ἐκ δόμων φέροι.
- βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.
- Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,
- οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ
- τόξοισί τʼ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ
- Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον
- υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.
- ἔπεσε δʼ οὐ Χαρίτων ἑκὰς
- ἁ δικαιόπολις ἀρεταῖς
- κλειναῖσιν Αἰακιδᾶν
- θιγοῖσα νᾶσος· τελέαν δʼ ἔχει
- δόξαν ἀπʼ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται
- νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς
- ὑπερτάτους ἥρωας ἐν μάχαις·
- τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.
- εἰμὶ δʼ ἄσχολος ἀναθέμεν
- πᾶσαν μακραγορίαν
- λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,
- μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δʼ ἐν ποσί μοι τράχον
- ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,
- ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.
- παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς
- Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,
- οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον·
- αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,
- τὸν ὅνπερ ποτʼ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν
- υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,
- ὁπότʼ ἀπʼ Ἄργεος ἤλυθον
- δευτέραν ὁδὸν Ἐπίγονοι.
- ὧδʼ εἶπε μαρναμένων·
- φυᾷ τὸ γενναῖον ἐπιπρέπει
- ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς
- δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶνʼ ἐπʼ ἀσπίδος
- νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.
- ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ
- νῦν ἀρείονος ἐνέχεται
- ὄρνιχος ἀγγελίᾳ
- Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν
- ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ
- θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν
- ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ
- Ἄβαντος εὐρυχόρους ἀγυιάς. τοιαῦτα μὲν
- ἐφθέγξατʼ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς
- Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,
- γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν
- ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρʼ ἀοίδιμον,
- μαντευμάτων τʼ ἐφάψατο συγγόνοισι τέχναις.
- τὺ δʼ,Ἑκαταβόλε, πάνδοκον
- ναὸν εὐκλέα διανέμων
- Πυθῶνος ἐν γυάλοις,
- τὸ μὲν μέγιστον τόθι χαρμάτων
- ὤπασας· οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν
- πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.
- ἄναξ, ἑκόντι δʼ εὔχομαι νόῳ
- κατά τινʼ ἁρμονίαν βλέπειν,
- ἀμφʼ ἕκαστον ὅσα νέομαι.
- κώμῳ μὲν ἁδυμελεῖ
- Δίκα παρέστακε· θεῶν δʼ ὄπιν
- ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.
- εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,
- πολλοῖς σοφὸς δοκεῖ πεδʼ ἀφρόνων
- βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς·
- τὰ δʼ οὐκ ἐπʼ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει,
- ἄλλοτʼ ἄλλον ὕπερθε βάλλων, ἄλλον δʼ ὑπὸ χειρῶν
- μέτρῳ καταβαίνει. Μεγάροις δʼ ἔχεις γέρας,
- μυχῷ τʼ ἐν Μαραθῶνος, Ἥρας τʼ ἀγῶνʼ ἐπιχώριον
- νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ·
- τέτρασι δʼ ἔμπετες ὑψόθεν
- σωμάτεσσι κακὰ φρονέων,
- τοῖς οὔτε νόστος ὁμῶς
- ἔπαλπνος ἐν Πυθιάδι κρίθη,
- οὐδὲ μολόντων πὰρ ματέρʼ ἀμφὶ γέλως γλυκὺς
- ὦρσεν χάριν· κατὰ λαύρας δʼ ἐχθρῶν ἀπάοροι
- πτώσσοντι, συμφορᾷ δεδαγμένοι.
- ὁ δὲ καλόν τι νέον λαχὼν
- ἁβρότατος ἔπι μεγάλας
- ἐξ ἐλπίδος πέταται
- ὑποπτέροις ἀνορέαις, ἔχων
- κρέσσονα πλούτου μέριμναν. ἐν δʼ ὀλίγῳ βροτῶν
- τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί,
- ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.
- ἐπάμεροι· τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ
- ἄνθρωπος. ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
- λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών·
- Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
- πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ
- Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τʼ Ἀχιλλεῖ.