Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καρδίᾳ κότον ἐνελάσῃ,
  2. τραχεῖα δυσμενέων
  3. ὑπαντιάξαισα κράτει τιθεῖς
  4. Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν
  5. παρʼ αἶσαν ἐξερεθίζων· κέρδος δὲ φίλτατον,
  6. ἑκόντος εἴ τις ἐκ δόμων φέροι.
  7. βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.
  8. Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,
  9. οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ
  10. τόξοισί τʼ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ
  11. Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον
  12. υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.
  13. ἔπεσε δʼ οὐ Χαρίτων ἑκὰς
  14. ἁ δικαιόπολις ἀρεταῖς
  15. κλειναῖσιν Αἰακιδᾶν
  16. θιγοῖσα νᾶσος· τελέαν δʼ ἔχει
  17. δόξαν ἀπʼ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται
  18. νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς
  19. ὑπερτάτους ἥρωας ἐν μάχαις·
  20. τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.