Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εἰμὶ δʼ ἄσχολος ἀναθέμεν
  2. πᾶσαν μακραγορίαν
  3. λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,
  4. μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δʼ ἐν ποσί μοι τράχον
  5. ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,
  6. ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.
  7. παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς
  8. Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,
  9. οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον·
  10. αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,
  11. τὸν ὅνπερ ποτʼ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν
  12. υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,
  13. ὁπότʼ ἀπʼ Ἄργεος ἤλυθον
  14. δευτέραν ὁδὸν Ἐπίγονοι.
  15. ὧδʼ εἶπε μαρναμένων·
  16. φυᾷ τὸ γενναῖον ἐπιπρέπει
  17. ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς
  18. δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶνʼ ἐπʼ ἀσπίδος
  19. νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.
  20. ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ