Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Πυθῶνι δίᾳ
  2. θαητὸν ἔτευξαν.
  3. ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ
  4. νῖκαι, μία δʼ ἐκπρεπὴς
  5. Διὸς Ὀλυμπιάς,
  6. δύο δʼ ἀπὸ Κίρρας,
  7. ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων.
  8. νέα δʼ εὐπραγίᾳ χαίρω τι· τὸ δʼ ἄχνυμαι,
  9. φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα.
  10. φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν
  11. θάλλοισαν εὐδαιμονίαν
  12. τὰ καὶ τὰ φέρεσθαι.
  1. φιλόφρον Ἡσυχία, Δίκας
  2. ὦ μεγιστόπολι θύγατερ,
  3. βουλᾶν τε καὶ πολέμων
  4. ἔχοισα κλαῗδας ὑπερτάτας,
  5. Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
  6. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς
  7. ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ·
  8. τὺ δʼ, ὁπόταν τις ἀμείλιχον