Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις,
  2. ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.
  3. τὰ μὲν παρίκει·
  4. τῶν νῦν δὲ καὶ Θρασύβουλος
  5. πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,
  6. πάτρῳ τʼ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.
  7. νόῳ δὲ πλοῦτον ἄγει,
  8. ἄδικον οὔθʼ ὑπέροπλον ἥβαν δρέπων,
  9. σοφίαν δʼ ἐν μυχοῖσι Πιερίδων·
  10. τίν τʼ, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.
  1. κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι
  2. προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ
  3. κρηπῖδʼ ἀοιδᾶν
  4. ἵπποισι βαλέσθαι.
  5. ἐπεὶ τίνα πάτραν, τίνα οἶκον
  6. ναίων ὀνυμάξεαι
  7. ἐπιφανέστερον
  8. Ἑλλάδι πυθέσθαι;
  9. πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ
  10. Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον