Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ὁ πλοῦτος εὐρυσθενής,
- ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
- βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ
- πολύφιλον ἑπέταν.
- ὦ θεόμορʼ Ἀρκεσίλα,
- σύ τοί νιν κλυτᾶς
- αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
- σὺν εὐδοξίᾳ μετανίσεαι
- ἕκατι χρυσαρμάτου Κάστορος·
- εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν
- καταιθύσσει μάκαιραν ἑστίαν.
- σοφοὶ δέ τοι κάλλιον
- φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
- σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·
- τὸ μέν, ὅτι βασιλεὺς
- ἐσσὶ μεγαλᾶν πολίων,
- ἔχει συγγενὴς
- ὀφθαλμὸς αἰδοιότατον γέρας
- τεᾷ τοῦτο μιγνύμενον φρενί·
- μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
- εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν
- δέδεξαι τόνδε κῶμον ἀνέρων,
- Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω
- Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,
- παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν·
- φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·
- ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
- ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
- ἀφίκετο δόμους θεμισκρεόντων·
- ἀλλʼ ἀρισθάρματον
- ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
- ἀκηράτοις ἁνίαις
- ποδαρκέων δωδεκάδρομον τέμενος.
- κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται,
- ὁπόσα χεριαρᾶν
- τεκτόνων δαίδαλʼ ἄγων
- Κρισαῖον λόφον
- ἄμειψεν ἐν κοιλόπεδον νάπος
- θεοῦ· τό σφʼ ἔχει κυπαρίσσινον
- μέλαθρον ἀμφʼ ἀνδριάντι σχεδόν,
- Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ
- καθέσσαντο μονόδροπον φυτόν.
- ἑκόντι τοίνυν πρέπει
- νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.
- Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες.
- μακάριος, ὃς ἔχεις
- καὶ πεδὰ μέγαν κάματον
- λόγων φερτάτων
- μναμήϊʼ· ἐν τεσσαράκοντα γὰρ
- πετόντεσσιν ἁνιόχοις ὅλον
- δίφρον κομίξαις ἀταρβεῖ φρενί,
- ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν
- ἀέθλων καὶ πατρωΐαν πόλιν.
- πόνων δʼ οὔ τις ἀπόκλαρός ἐστιν οὔτʼ ἔσεται·
- ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,
- πύργος ἄστεος ὄμμα τε φαεννότατον
- ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι
- λέοντες περὶ δείματι φύγον,
- γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·
- ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλων
- θῆρας αἰνῷ φόβῳ,
- ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
- ὃ καὶ βαρειᾶν νόσων
- ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει,
- πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,
- ἀπόλεμον ἀγαγὼν
- ἐς πραπίδας εὐνομίαν,
- μυχόν τʼ ἀμφέπει
- μαντήϊον· τῷ καὶ Λακεδαίμονι
- ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ
- ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος
- ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δʼ ἐμὸν γαρύειν
- ἀπὸ Σπάρτας ἐπήρατον κλέος·
- ὅθεν γεγενναμένοι
- ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,
- ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν·
- πολύθυτον ἔρανον
- ἔνθεν ἀναδεξάμενοι,
- Ἄπολλον, τεᾷ,
- Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν
- Κυράνας ἀγακτιμέναν πόλιν·
- ἔχοντι τὰν χαλκοχάρμαι ξένοι
- Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,
- καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον
- ἐν Ἄρει. τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέως
- δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
- τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς
- ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
- κτίσεν δʼ ἄλσεα μείζονα θεῶν,
- εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις
- ἀλεξιμβρότοις πεδιάδα πομπαῖς
- ἔμμεν ἱππόκροτον
- σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
- μάκαρ μὲν ἀνδρῶν μέτα
- ἔναιεν, ἥρως δʼ ἔπειτα λαοσεβής.
- ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
- βασιλέες ἱεροὶ
- ἐντί, μεγάλαν δʼ ἀρετὰν
- δρόσῳ μαλθακᾷ
- ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,
- ἀκούοντί που χθονίᾳ φρενί,
- σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν
- ἔνδικόν τʼ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων
- πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν,
- ἔχοντα Πυθωνόθεν
- τὸ καλλίνικον λυτήριον δαπανᾶν
- μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
- λεγόμενον ἐρέω·
- κρέσσονα μὲν ἁλικίας
- νόον φέρβεται
- γλῶσσάν τε· θάρσος δὲ τανύπτερος
- ἐν ὄρνιξιν αἰετὸς ἔπλετο·
- ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος·
- ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,
- πέφανταί θʼ ἁρματηλάτας σοφός·
- ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
- τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
- καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες,
- διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς
- ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
- χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
- Διός τοι νόος μέγας κυβερνᾷ
- δαίμονʼ ἀνδρῶν φίλων.
- εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο
- δόμεν γέρας ἔπι Βάττου γένει.