Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ
- στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,
- Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων,
- ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος,
- οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεα
- χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν
- νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον
- πόλιν ἐν ἀργενν όε ντι μαστῷ,
- καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι
- ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς
- παῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δʼ οὕτως
- ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·
- κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·
- φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν
- ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων
- Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
- ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,
- ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.
- κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων
- ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς
- λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι
- ξείνια πρῴραθεν Εὔφαμος καταβὰς
- δέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν·
- ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυν
- ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον
- ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων
- εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
- τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν
- ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέων
- ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται
- δεῖπνʼ ἐπαγγέλλοντι πρῶτον.
- ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ
- κώλυεν μεῖναι. φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα
- ἔμμεναι· γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούρας
- δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.
- οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼν
- χειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.
- πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος
- ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ
- ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ
- λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες·
- καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας
- εὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον
- Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,
- υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,
- τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις·
- τετράτων παίδων κʼ ἐπιγινομένων
- αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας
- ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.
- νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν
- ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν
- νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων
- δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι
- Φοῖβος ἀμνάσει θέμισσιν
- Πύθιον ναὸν καταβάντα χρόνῳ
- ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.
- ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ
- ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
- ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ
- χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·
- ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον
- βασιλέʼ ἄμφανεν Κυράνᾳ,
- δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
- ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ,
- παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·
- τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν
- ἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω
- καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ
- κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
- τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
- τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν
- ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
- ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,
- πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος·
- τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,
- εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
- χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
- ξεῖνος αἴτʼ ὦν ἀστός. ὁ δʼ ἆρα χρόνῳ
- ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν,
- ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,
- ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους·
- οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί,
- ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέρας
- ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος
- ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
- τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε·
- οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις
- Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ
- Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.
- καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν
- ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,
- ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.
- τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι
- γάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίας
- ἵκετο σπεύδων· τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον
- δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ
- δεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαι
- πατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς
- ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν
- καταμιάναις εἰπὲ γένναν.
- τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
- ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
- πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
- εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον
- οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν
- οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
- οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
- Αἰόλῳ καὶ παισί, τιμάν.
- πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν
- ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·
- τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου
- ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν
- ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν
- κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,
- νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.
- ἀλλὰ τούτων μὲν κεφάλαια λόγων
- ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·
- Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
- Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.
- ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.
- ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
- ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
- γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
- καὶ κασίγνητοί σφισιν ἀμφότεροι
- ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,
- ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος,
- εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
- μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,
- ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,
- ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις
- ἱερὸν εὐζοίας ἄωτον.
- ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
- συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν
- ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον·
- ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν
- Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων
- μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
- βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου,
- ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι
- κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως·
- ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.
- εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ
- καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς
- ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον
- λεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει
- ὁμογόνοις, αἰδῶ καλύψαι.
- οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν
- οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ
- καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις
- ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων·
- κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν·
- ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας
- ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,
- τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας
- λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.
- ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι
- τοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας
- ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν
- μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι
- Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους,
- δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθη
- ἔκ τε ματρυιᾶς ἀθέων βελέων.
- ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ,
- εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν.
- τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν
- καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς
- ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.
- σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν·
- ἀτὰρ Ἰάσων αὐτὸς ἤδη
- ὤρνυεν κάρυκας ἐόντα πλόον
- φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι
- ἦλθον Ἀλκμήνας θʼ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δʼ ὑψιχαῖται
- ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,
- ἔκ τε Πύλου καὶ ἀπʼ ἄκρας Ταινάρου· τῶν μὲν κλέος
- ἐσλὸν Εὐφάμου τʼ ἐκράνθη σόν τε, Περικλύμενʼ εὐρυβία.
- ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ
- ἔμολεν, εὐαίνητος, Ὀρφεύς.
- πέμπε δʼ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπʼ ἄτρυτον πόνον,
- τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δʼ Ἔρυτον. ταχέες
- ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν·
- καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων
- Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν
- νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.
- τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα
- ναὸς Ἀργοῦς, μή τινα λειπόμενον
- τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳ
- φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.
- ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,
- λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ
- μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς
- Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δʼ ἐμβόλου
- κρέμασαν ἀγκύρας ὕπερθεν,
- χρυσέαν χείρεσσι λαβὼν φιάλαν
- ἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους
- κυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους
- ἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν·
- ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον
- φθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι·
- ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασιν
- πιθόμενοι· κάρυξε δʼ αὐτοῖς
- ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας·
- εἰρεσία δʼ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.
- σὺν Νότου δʼ αὔραις ἐπʼ Ἀξείνου στόμα πεμπόμενοι
- ἤλυθον· ἔνθʼ ἁγνὸν Ποσειδάωνος ἕσσαντʼ εἰναλίου τέμενος,
- φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν
- καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.
- ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν,
- συνδρόμων κινηθμὸν ἀμαιμάκετον
- ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι
- ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖς
- ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δʼ ἔπειτεν
- ἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν
- μῖξαν Αἰήτᾳ παρʼ αὐτῷ. πότνια δʼ ὀξυτάτων βελέων
- ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν
- ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ
- μαινάδʼ ὄρνιν Κυπρογένεια φέρεν
- πρῶτον ἀνθρώποισι, λιτάς τʼ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν·
- ὄφρα Μηδείας τοκέων ἀφέλοιτʼ αἰδῶ, ποθεινὰ δʼ Ἑλλὰς αὐτὰν
- ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.
- καὶ τάχα πείρατʼ ἀέθλων δείκνυεν πατρωΐων·
- σὺν δʼ ἐλαίῳ φαρμακώσαισʼ ἀντίτομα στερεᾶν ὀδυνᾶν
- δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον
- γλυκὺν ἐν ἀλλάλοισι μῖξαι.
- ἀλλʼ ὅτʼ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο
- καὶ βόας, οἳ φλόγʼ ἀπὸ ξανθᾶν γεν ύω ν πν έο ν καιομένοιο πυρός,
- χαλκέαις δʼ ὁπλαῖς ἀράσσεσκον χθόνʼ ἀμειβόμενοι,
- τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δʼ αὔλακας ἐντανύσαις
- ἤλαυνʼ, ἀνὰ βωλακίας δʼ ὀρόγυιαν σχίζε νῶτον
- γᾶς. ἔειπεν δʼ ὧδε· τοῦτʼ ἔργον βασιλεύς,
- ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,
- κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.
- ὣς ἄρʼ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος
- εἴχετʼ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.
- σπασσάμενος δʼ ἄροτρον, βοέους δήσαις ἀνάγκας
- ἔντεσιν αὐχένας ἐμβάλλων τʼ ἐριπλεύρῳ φυᾷ
- κέντρον αἰανὲς βιατὰς ἐξεπόνησʼ ἐπιτακτὸν ἀνὴρ
- μέτρον. ἴϋξεν δʼ ἀφωνήτῳ περ ἔμπας ἄχει
- δύνασιν Αἰήτας ἀγασθείς.
- πρὸς δʼ ἑταῖροι καρτερὸν ἄνδρα φίλας
- ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις
- ἀγαπάζοντʼ. αὐτίκα δʼ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν
- ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι·
- ἤλπετο δʼ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.
- κεῖτο γὰρ λόχμᾳ, δράκοντος δʼ εἴχετο λαβροτατᾶν γενύων,
- ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει,
- τέλεσαν ἃν πλαγαὶ σιδάρου.
- μακρά μοι νεῖσθαι κατʼ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τινα
- οἶμον ἴσαμι βραχύν· πολλοῖσι δʼ ἅγημαι σοφίας ἑτέροις.
- κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,
- ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον·
- ἔν τʼ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τʼ ἐρυθρῷ
- Λαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων·
- ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,
- καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς
- σπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον
- ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ
- τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν
- ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ
- νᾶσον· ἔνθεν δʼ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον
- σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου
- διανέμειν θεῖον Κυράνας
- ὀρθόβουλον μῆτιν ἐφευρομένοις.
- γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει
- ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος·
- καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς,
- εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον·
- ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα
- μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
- ἑὸν ἐρημώσαισα χῶρον.
- ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος·
- χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.
- ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις·
- ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας
- εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.
- τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.
- τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
- τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος
- ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν·
- αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα
- καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν
- Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,
- ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,
- ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,
- ἔμαθε δʼ ὑβρίζοντα μισεῖν,
- οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς,
- οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.
- εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δʼ ἔμμεν
- τοῦτʼ ἀνιαρότατον, καλὰ γιγνώσκοντʼ ἀνάγκᾳ
- ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ
- προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων·
- λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ
- μεταβολαὶ λήξαντος οὔρου
- ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ
- οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων
- θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς
- δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,
- μήτʼ ὦν τινι πῆμα πορών, ἀπαθὴς δʼ αὐτὸς πρὸς ἀστῶν.
- καί κε μυθήσαιθʼ ὁποίαν, Ἀρκεσίλα,
- εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.