Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἀκούσατʼ· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας
- ἄρουραν ἢ Χαρίτων
- ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου
- χθονὸς ἐς νάϊον προσοιχόμενοι·
- Πυθιόνικος ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαις
- ποταμίᾳ τʼ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει
- ἑτοῖμος ὕμνων
- θησαυρὸς ἐν πολυχρύσῳ
- Ἀπολλωνίᾳ τετείχισται νάπᾳ·
- τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών,
- ἐριβρόμου νεφέλας
- στρατὸς ἀμείλιχος, οὔτʼ ἄνεμος ἐς μυχοὺς
- ἁλὸς ἄξοισι παμφόρῳ χεράδει
- τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ
- πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ
- λόγοισι θνατῶν
- εὔδοξον ἅρματι νίκαν
- Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.
- σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν
- ἄγεις ἐφημοσύναν,
- τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ
- Φιλύρας υἱὸν ὀρφανιζομένῲ
- Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν,
- βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν,
- θεῶν σέβεσθαι·
- ταύτας δὲ μή ποτε τιμᾶς
- ἀμείρειν γονέων βίον πεπρωμένον.
- ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς
- νόημα τοῦτο φέρων,
- ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον
- ἀναμείναις στράταρχον Αἰθιόπων
- Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμʼ ἐπέδα
- Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δʼ ἔφεπεν
- κραταιὸν ἔγχος·
- Μεσσανίου δὲ γέροντος
- δονηθεῖσα φρὴν βόασε παῖδα ὅν·
- χαμαιπετὲς δʼ ἄρʼ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ
- μένων δʼ ὁ θεῖος ἀνὴρ
- πρίατο μὲν θανάτοιο κομιδὰν πατρός,
- ἐδόκησέν τε τῶν πάλαι γενεᾷ
- ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις,
- ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.
- τὰ μὲν παρίκει·
- τῶν νῦν δὲ καὶ Θρασύβουλος
- πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,
- πάτρῳ τʼ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.
- νόῳ δὲ πλοῦτον ἄγει,
- ἄδικον οὔθʼ ὑπέροπλον ἥβαν δρέπων,
- σοφίαν δʼ ἐν μυχοῖσι Πιερίδων·
- τίν τʼ, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.