Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
  2. ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,
  3. πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος·
  4. τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,
  5. εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
  6. χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
  7. ξεῖνος αἴτʼ ὦν ἀστός. ὁ δʼ ἆρα χρόνῳ
  8. ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν,
  9. ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,
  10. ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους·
  11. οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί,
  12. ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέρας
  13. ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος
  14. ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
  15. τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε·
  16. οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις
  17. Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ
  18. Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.
  19. καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν
  20. ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,