Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.
  2. τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι
  3. γάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίας
  4. ἵκετο σπεύδων· τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον
  5. δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ
  6. δεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαι
  7. πατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς
  8. ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν
  9. καταμιάναις εἰπὲ γένναν.
  10. τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
  11. ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
  12. πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
  13. εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον
  14. οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν
  15. οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
  16. οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
  17. Αἰόλῳ καὶ παισί, τιμάν.
  18. πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν
  19. ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·
  20. τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου