Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων
  2. δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι
  3. Φοῖβος ἀμνάσει θέμισσιν
  4. Πύθιον ναὸν καταβάντα χρόνῳ
  5. ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.
  6. ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ
  7. ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
  8. ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ
  9. χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·
  10. ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον
  11. βασιλέʼ ἄμφανεν Κυράνᾳ,
  12. δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
  13. ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ,
  14. παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·
  15. τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν
  16. ἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω
  17. καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ
  18. κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
  19. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
  20. τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν