Pythian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἤθελον Χείρωνά κε Φιλλυρίδαν,
- εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
- ζώειν τὸν ἀποιχόμενον,
- Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον,
- νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ
- τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
- ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
- τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
- πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
- τόξοισιν ὕπʼ Ἀρτέμιδος,
- εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος
- γίνεται παίδων Διός. ἁ δʼ ἀποφλαυρίξαισά νιν
- ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
- πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,
- καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.
- οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν
- οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
- οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
- ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι
- ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.
- ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
- ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
- μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
- ἔσχε τοιαύταν μεγάλαν ἀυάταν
- καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου
- λέκτροισιν ἀπʼ Ἀρκαδίας.
- οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς
- Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών,
- πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν
- οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
- καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
- ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει
- θύοισαν ἀμαιμακέτῳ
- ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτερος
- ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων
- πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς
- σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
- ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
- σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν
- λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι
- τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι
- οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.
- ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ
- ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·
- καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
- πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
- τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
- ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
- ἢ χερμάδι τηλεβόλῳ,
- ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
- ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
- τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
- φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
- ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
- ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς
- ἄνδρʼ ἐκ θανάτου κομίσαι
- ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
- ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
- χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
- γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
- μή, φίλα ψυχά, βίον ἀθάνατον
- σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν.
- εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ
- φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι
- ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον
- καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
- ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
- καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν
- Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον,
- ὃς Συρακόσσαισι νέμει βασιλεὺς
- πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
- τῷ μὲν διδύμας χάριτας,
- εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
- τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,
- ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος
- ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
- ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
- Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
- σεμνὰν θεὸν ἐννύχιαι.
- εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·
- ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς
- ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
- ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
- τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.
- λαγέταν γάρ τοι τύραννον δέρκεται,
- εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς
- οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ
- οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν
- ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων
- μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
- ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν,
- ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
- καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,
- καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε
- δέξαντο· Διὸς δὲ χάριν
- ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ
- τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
- εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
- ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
- τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα
- τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν
- ὦρσεν πυρὶ καιόμενος
- ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
- τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ
- ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
- σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.
- σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
- ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν
- δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.
- εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
- ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
- Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις,
- ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
- ἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς
- χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.